Перейти к содержимому

The Odyssey - Book 1, Lines 102-149 - Metrical Ancient Greek reading and Interlinear Translation

Echoes of Antiquity

0:00 / 0:00

The Odyssey - Book 1, Lines 102-149 - Metrical Ancient Greek reading and Interlinear Translation

848 просмотров · 6 месяцев назад
Echoes of Antiquity
594 подписчика
848 просмотров · 6 месяцев назад
A reading of Homer, The Odyssey, Book 1, Lines 102-149 in the original Ancient Greek meter, accompanied by an interlinear English translation. The meter is dactylic hexameter. Here is the Ancient Greek: βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀίξασα, στῆ δ’Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος, οὐδοῦ ἐπ’ αὐλείου· παλάμῃ δ’ἔχε χάλκεον ἔγχος, εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ. εὗρε δ’ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί· κήρυκες δ’αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, οἱ δ’αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο. τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής, ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ὀσσόμενος πατέρ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, τιμὴν δ’αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι. τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδ’ Ἀθήνην. βῆ δ’ἰθὺς προθύροιο, νεμεσσήθη δ’ἐνὶ θυμῷ ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς χεῖρ’ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· χαῖρε, ξεῖνε, παρ’ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή. ὣς εἰπὼν ἡγεῖθ’, ἡ δ’ἕσπετο Παλλὰς Ἀθήνη. οἱ δ’ὅτε δή ῥ’ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο, ἔγχος μέν ῥ’ἔστησε φέρων πρὸς κίονα μακρὴν δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα ἔγχε’ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά, αὐτὴν δ’ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. πὰρ δ’αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών, ἠδ’ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο. χέρνιβα δ’ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δ’αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων· δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα· κῆρυξ δ’αὐτοῖσιν θάμ’ ἐπᾐχετο οἰνοχοεύων. ἐς δ’ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε, τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. οἱ δ’ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. The image at the end of the video shows aa fresco of a cup bearer from Akrotiri (ca. 1600 BCE); currently in the Prehistoric Museum of Thira, Fira, Santorini, Greece.